Τρίτη 23 Ιουλίου 2024

Προσευχητικὲς νύξεις : Εὐχὴ διὰ τὴν προστασίαν τῶν δασῶν καὶ ἐπ' ἀπειλῇ πυρκαϊᾶς

 

 Εμπρησμοί Δασών: μύθοι και αλήθειες - Εγκλήματα Εμπρησμού - Ανδριανός  Γκουρμπάτσης

Εὐχὴ διὰ τὴν προστασίαν τῶν δασῶν

(Μητροπολίτου Ἐδέσσης κ. Ἰωήλ)

 

    Κύριε Ἰησοῦ Χριστέ, Σὺ εἶ ὁ δημιουργὸς τῆς κτίσεως πάσης. Ἐν σοί, Κύριε, "ἀγαλλιάσονται πάντα τὰ ξύλα τοῦ δρυμοῦ", καθὼς ἔγραψεν ὁ ψαλμωδός Σου. Σὺ εἶ ὑετὸς εὐλογίας · Σὺ ἐξανέτειλας ἐπὶ τὸν Παράδεισον, "πᾶν ξύλον ὡραῖον εἰς ὅρασιν καὶ καλὸν εἰς βρῶσιν". Σὺ Κύριε κατέφευγες εἰς τὰ ὄρη καὶ τοὺς δρυμοὺς καὶ κήπους, διανυκτερεύων ἐν τῇ προσευχῇ.

    Πάντα ταῦτα κατὰ νοῦν ἔχοντες, ὁλοκαρδίως εὐχαριστοῦμεν Σοι τῷ δημιουργῷ τῶν ἁπάντων. Ἔτι δὲ ἱκετεύομέν Σε διὰ τὴν καταστροφὴν τῶν δασῶν, εἰς τὴν πατρίδα ἡμῶν καὶ εἰς ἅπαντα τὸν κόσμον. Σὺ διὰ παιδαγωγίαν ἐπέτρεψας τὴν κατάκαυσιν τῶν δασῶν καὶ κήπων καὶ οἰκιῶν καὶ φωλεῶν, ὀρνέων καὶ ζώων καὶ πτηνῶν, ἀγρῶν καὶ δένδρων.

    Ὅθεν ταπεινῶς παρακαλοῦμεν Σε · ἔπιδε ὡς φιλάνθρωπος εὐμενῶς ἐπὶ τοὺς πληγέντας δούλους Σου καὶ δὸς αὐτοῖς χαρὰν διάδοχον τῆς λύπης αὐτῶν. Προστάτευσον τὰ δάση τῆς Πατρίδος ἡμῶν ἐκ τῶν φυσικῶν αἰτιῶν, ἐκ τῆς δολιότητος καὶ κακουργίας τῶν πονηρῶν καὶ ἰδιοτελῶν ἀνθρώπων, πυρομανῶν καὶ ἀνισορρόπων. 

    Σὺ γὰρ εἶ τὸ δένδρον τῆς ζωῆς καὶ Σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ Σου Πατρί, καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ Σου Πνεύματι, εἰς αἰῶνας αἰώνων. Ἀμήν.  

 Πορτογαλία: Αδιανόητη καταστροφή - Στάχτη πάνω από 1 εκατομμύριο στρέμματα  | Euronews

Εὐχὴ ἐπ' ἀπειλῇ πυρκαϊᾶς

    Δέσποτα Θεέ, Πάτερ Παντοκράτορ, ὁ ποιῶν τοὺς λειτουργούς Σου πυρὸς φλόγα, ὁ ἐν τῷ ὄρει Σινᾷ ὀφθεὶς τῷ θεόπτη Μωυσῇ ἐν βάτῳ καιομένῃ καὶ μὴ καταφλεγομένῃ, ὁ ἐξαποστείλας πῦρ ἐξ οὐρανοῦ ἐπὶ τὴν θυσίαν Ἠλιοὺ τοῦ προφήτου ἐν Καρμηλίῳ ὄρει, ὁ ἐν Βαβυλῶνι εἰς δρόσον ματαβαλὼν τὴν κάμινον τοῦ πυρὸς κὰι ἀλωβήτους  διαφυλάξας, ἐν αὐτῇ τοὺς τρεῖς Παῖδας, ὁ πυρὶ καὶ θείῳ τὴν ἀνομίαν Σοδόμων πατάξας. 

    Φρούρησον καὶ ὀχύρωσον τῇ παντοδυνάμῳ Σου χειρὶ τὴν Πατρίδα ἡμῶν καὶ πᾶσαν χώραν, ἀποδιώκων τὴν ὀργὴν τοῦ πυρός. Κατανίκησον τὰ αἴτια τῆς πυρίνης ἀπειλῆς, ἀμέλειαν, μένος ἐμπρηστικόν, κλιματικὰς συνθήκας καὶ ἄλλα τινά. 

    Σῶσον πάντα ἄνθρωπον, προστάτευσον τὴν χλωρίδα καὶ τὴν πανίδα, τὰ σὰ δημιουργήματα. Κατάσβεσον, Κύριε, πάσας τὰς πυρκαϊὰς καὶ τὰς ἀναζωπυρώσεις, διαφυλάττων τὴν κτίσιν ὡς πηγὴν ζωῆς, ὑγιείας καὶ ἀγαλλιάσεως, καθὼς ἐπλάσθη ἐκ τῶν ἁγίων χειρῶν Σου.

    Κατάστησον τὸ Πυροσβεστικὸν Σῶμα ἄξιον τῆς ἀποστολῆς αὐτοῦ, ταχέως προφθάνον εἰς πᾶσαν περίστασιν, πρὸς διάσωσιν τῶν κινδυνευόντων ἀδελφῶν ἡμῶν καὶ πρὸς προστασίαν τῶν πόλεων καὶ τῆς ὑπαίθρου ἐκ τῆς μανίας τοῦ πυρός. 

    Ὅπλισον τοὺς πυροσβέστας τῇ σῇ πανοπλίᾳ πρὸς ἐπιτυχῆ καταστολὴν πάσης ἑστίας πυρός. Ἔμπλησον αὐτοὺς συνέσεως καὶ θάρρους, δωρούμενος τούτοις τὸν ἄνωθεν φωτισμὸν καὶ κρατύνων  αὐτῶν τὸν βραχίονα. Ἐνδυνάμωσον καὶ ἐμψύχωσον πυροσβέστας, βοηθούς, ἐθελοντάς, θωρακίζων τοὺς ἰδίους ἀπὸ παντὸς κινδύνου. Ἐνίσχυσον πάντας τοὺς ἡρωϊκῶς καὶ θυσιαστικῶς ἀγωνιζομένους ὅπως διαφυλάξωσι τὴν ζωὴν καὶ τὰ ἀγαθὰ τῶν δούλων Σου. 

    Τὴν ἄνωθεν παρηγορίαν καὶ καρτερίαν δὸς εἰς τοὺς πληγέντας καὶ ἀναξιοπαθοῦντας, χαρίζων εἰς ἅπαντας τὸ αἴσθημα τῆς ἀσφαλείας. 

    Εἰς πολλὰ πταίομεν ἅπαντες, μακρόθυμε Κύριε, ἀλλ' οὐ παυόμεθα αἰτοῦντες τὸ πλούσιον ἔλεος καὶ τοὺς οἰκτιρμούς Σου. Φύλαξον ἡμᾶς ἀτρώτους ἐκ τῶν πεπυρωμένων βελῶν τοῦ πονηροῦ καὶ ἀξίωσον ἡμᾶς φυγεῖν τῆς γεέννης τοῦ αἰωνίου πυρός.

    Ὅτι Σὺ εἶ ὁ Θεὸς ἡμῶν, Θεὸς τοῦ ἐλεεῖν καὶ σώζειν, καὶ Σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ τρισηλίῳ φωτὶ τῆς Θεότητος, εἰς τοὺς αἰώνας. Ἀμήν.