Ὁ Θεὸς ὁ Παντοκράτωρ,
ὁ Πατὴρ τοῦ Χριστοῦ σου
τοῦ Μονογενοῦς Υἱοῦ,
δός μοι σῶμα ἄσπιλον, καρδίαν καθαράν,
νοῦν γρήγορον, γνῶσιν ἀπλανῆ,
Πνεύματος ἁγίου ἐπιφοίτησιν,
πρὸς κτῆσιν καὶ πληροφορίαν τῆς ἀληθείας διὰ τοῦ Χριστοῦ σου.
Μεθ’ οὗ σοι δόξα σὺν ἁγίῳ Πνεύματι,
εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.