Δευτέρα 3 Αυγούστου 2020

Προσευχὴ Ἁγίου Νεκταρίου πρὸς τὴν Ὑπεραγία Θεοτόκο



Δέσποινα παντευλόγητε, Ὑπέραγνε Παρθένε,
παράδεισε πανθαύμαστε, κῆπε ἐσφραγισμένε.

Σὲ δυσωπῶ, (παρακαλῶ ἰδιαιτέρως) Πανάχραντε,
χαρίτωσον τὸν νοῦν μου,
κατεύθυνον τὰς σκέψεις μου, φώτισον τὴν ψυχήν μου.
Κόρη με ποίησον ἁγνόν, πρᾷον, σεμνόν, ἀνδρεῖον,
ἡσύχιον καὶ κόσμιον, εὐθύν, ὅσιον, θεῖον,
ἐπιεικῆ, μακρόθυμον, τῶν ἀρετῶν δοχεῖον,
ἄμεμπτον, ἀνεπίληπτον, τῶν ἀγαθῶν ταμεῖον.

Δός μοι σοφίαν, σύνεσιν καὶ μετριοφροσύνην,
φρόνησιν καὶ ἁπλότητα καὶ ταπεινοφροσύνην.
Δός μοι νηφαλιότητα, ὄμμα (μάτι) πεφωτισμένον,
διάνοιαν ὁλόφωτον, πνεῦμα ἐξηγνισμένον.