Σάββατο 31 Οκτωβρίου 2020

2η Προσευχὴ τοῦ Ἁγίου Νεκταρίου πρὸς τὴν Θεοτόκον


 

2h  ΠΡΟΣΕΥΧΗ  ΑΓ. ΝΕΚΤΑΡΙΟΥ

ΠΡΟΣ  ΤΗΝ  ΘΕΟΤΟΚΟΝ

 

  Δός μοι, Παρθένε, τὴν χαράν, Πνεύματος τοῦ Ἁγίου, δός μοι εἰρήνην τῇ ψυχῇ, εἰρήνην τοῦ Κυρίου.

Δός μοι ἀγάπην, ἔρωτα θεῖον, ἐξηγνισμένον, πολύν, θερμὸν καὶ καθαρὸν καὶ ἐξηγιασμένον.

Δὸς πίστιν ζῶσαν, ἐνεργόν, θερμήν, ἁγνήν, ἁγίαν, ἐλπίδα ἀδιάσειστον, βεβαίαν καὶ ὁσίαν.

Σωφροσύνην δός μοι, Κόρη, δὸς ἐγκράτειαν, νηστείαν, προσοχὴν καὶ ἀγρυπνίαν καὶ ὑπακοὴν τελείαν.

Δός μοι προσοχὴν ἐν πᾶσι καὶ διάκρισιν ὀξείαν, σιωπὴν καὶ εὐκοσμίαν καὶ ὑπομονὴν ὁσίαν.

Ἐπιμέλειαν παράσχου, Δέσποινα, πρὸς ἐργασίαν, πρὸς τελείωσιν καὶ ζῆλον ἀρετῶν πρὸς γυμνασίαν· τὴν ψυχήν μου, τὴν καρδίαν καὶ τὸν νοῦν μου, Παναγία, τήρει ἐν ἁγιωσύνη, φύλαττε ἐν παρθενίᾳ.

ΑΜΗΝ.