Δευτέρα 1 Μαρτίου 2021

Μία προσευχὴ γιὰ ὅσους ΜΕΛΑΓΧΟΛΟΥΝ.

 

ΕΥΧΗ  ΕΙΣ  ΠΕΣΟΝΤΑΣ  ΕΝ  ΜΕΛΑΓΧΟΛΙΑ

 

Tοῦ Σεβ. Μητροπολίτου Μάνης κ. Χρυσοστόμου Γ΄


Δέσποτα Κύριε Ἰησοῦ Χριστέ, ὁ Σωτὴρ ἡμῶν, Μακρόθυμε, Πολυεύσπλαχνε καὶ Παντοδύναμε, τὸ τῆς φιλανθρωπίας ἀνεξιχνίαστον πέλαγος, ἡ ἀνεξάντλητος τῆς ἀγαθότητος πηγή, ἡ κραταιὰ ἀντίληψις καὶ βοήθεια τῶν ἀπηλπισμένων,

κατάπεμψον τοὺς πλουσίους Σου οἰκτιρμοὺς ἐπὶ τοὺς δούλους Σου τοὺς περιπεσόντας ἐν μελαγχολίᾳ καὶ ῥῦσαι αὐτοὺς ἀπὸ πάσης θλίψεως καὶ καταθλίψεως, ἄγχους καὶ ἀγωνίας, ἀπογοητεύσεως, πικρίας καὶ στενοχωρίας.

Χορήγησον τὴν ἴασιν ἐκ τῆς συνεχούσης αὐτοὺς ἀσθενείας καὶ ἀδυναμίας, ζάλης καὶ ταραχῆς. Δώρησαι αὐτοῖς τὴν ἐκ πάντων τῶν ἀνιαρῶν καὶ ραθύμων καταστάσεων ἀπαλλαγήν.

Ναί, εὐδιάλλακτε καὶ πολυέλεε Κύριε, ἐμφύτευσον ἐν τῇ καρδίᾳ αὐτῶν χαρὰν καὶ εὐφροσύνην, πραότητα καὶ γαλήνην.

Ἀγγέλους ἐξ ἁγίου οὐρανίου κατοικητηρίου Σου ἀπόστειλον αὐτοῖς, φύλακας ἀγρύπνους, ἐνισχύοντας αὐτοὺς καὶ προστατεύοντας ἀπό παντὸς κακοῦ καὶ ἐπηρείας τοῦ πονηροῦ.

Ἀνάτειλον φῶς ἱλαρὸν ἐν τοῖς προσώποις αὐτῶν, φῶς ἀναψυχῆς, ἀγαλλιάσεως καὶ εἰρήνης,

Χάριτι τοῦ ἀνάρχου Σου Πατρός καὶ τοῦ ζωοποιοῦ Σου Πνεύματος, εὐχαῖς καὶ πρεσβείαις τῆς παναχράντου Σου Μητρὸς καὶ πάντων Σου τῶν Ἁγίων. 

ΑΜΗΝ.