Παρασκευή 24 Μαΐου 2024

Προσευχὴ γιὰ τὰ παιδιὰ ποὺ δίνουν Ἐξετάσεις

 

 


 ΠΡΟΣΕΥΧΗ

 Γιὰ τὰ  παιδιὰ  ποὺ δίνουν  ΕΞΕΤΑΣΕΙΣ.


Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ὁ φωτίζων πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον, Σύ, ὅς ἐν τῇ νεανικῇ ἡλικίᾳ προέκοπτες σοφίᾳ, ἡλικίᾳ καὶ χάριτι, Σύ, ὁ τὸ Πανάγιόν Σου Πνεῦμα καταπέμψας ἐπὶ τοὺς σοὺς μαθητὰς καὶ ἀναδείξας αὐτοὺς σοφοὺς καὶ διδασκάλους καὶ θεοκήρυκας ἀποστόλους τῇ οἰκουμένῃ, Αὐτὸς, ὁ Φιλάνθρωπος Κύριος, ἡ πηγὴ τῆς σοφίας καὶ τῆς γνώσεως, εὐλόγησον τοὺς δούλους Σου, τοὺς μαθητὰς καὶ τὰς μαθητρίας, τοὺς προσερχομένους εἰς τὰς ἐξετάσεις. 

Ἐνίσχυσον, φώτισον, προστάτευσον αὐτοὺς ἀπὸ παντὸς κακοῦ καὶ πειρασμοῦ. Χάρισαι αὐτοῖς ὑγείαν, ὑπομονὴν καὶ ἐπιμονήν, προθυμίαν σπουδῆς καὶ δύναμιν πρὸς μελέτην τῶν μαθημάτων.

Ἐλθέ, Φιλάνθρωπε Κύριε, καὶ βοήθησον αὐτοὺς κατὰ τὰς ὥρας τῶν ἐξετάσεων. Σὺ γὰρ εἶ ἡ ὁδὸς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή, ὁ γινώσκων τὰ καλὰ καὶ συμφέροντα ταῖς ψυχαῖς ἡμῶν, καὶ ὁ Δοτὴρ παντὸς ἀγαθοῦ, καὶ Σοὶ τὴν δέησιν ταύτην προσάγομεν καὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ΑΜΗΝ.