ΠΡΟΣΕΥΧΗ τοῦ νεοκαταταχθέντος Ἁγίου Ἱερέως ΔΗΜΗΤΡΙΟΥ
(Γκαγκαστάθη), ἐκ Τρικάλων (+1975), ποὺ τὴν ἐπρόφερε μετ’ εὐλαβείας καθημερινῶς.
Ὁ Θεός, ὁ Σωτήρ ἡμῶν, ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς καὶ τῶν ἐν θαλάσσῃ μακράν, ὁ Ποιμὴν ὁ καλός, ὁ δοὺς τὴν ψυχὴν λύτρον ὑπὲρ τῶν λογικῶν Σου προβάτων, ὁ μὴ θέλων τὸν θάνατον τοῦ ἁμαρτωλοῦ ἕως τοῦ ἐπιστρέψαι καὶ ζῆσαι αὐτόν, ὁ μακρόθυμος, ὁ πολυέλεος, ὁ πολυεύσπλαχνος, ὁ συμπαθὴς καὶ φιλάγαθος, ὁ ἐλεήμων καὶ φιλάνθρωπος, ὁ δοὺς ἡμῖν μετάνοιαν εἰς ἄφεσιν ἁμαρτιῶν, συγχώρησον ἡμῖν ὅσα Σοι ἀπὸ παιδικῆς ἡλικίας μέχρι σήμερον ἡμάρτομεν ἐν λόγῳ, ἐν ἀγνοίᾳ, ἐν νῷ καὶ διανοίᾳ, ἑκουσίως καὶ ἀκουσίως.
Συγχώρησον δὲ καὶ πάντας τοὺς ἁμαρτωλοὺς καὶ βλασφήμους καὶ δός ἡμῖν, αὐτοῖς τε καὶ πᾶσι τοῖς ἀνθρώποις, μετάνοιαν γνησίαν, ἀληθινήν, εἰλικρινῆ. Κατάπεμψον ἡμῖν τὸ Πανάγιόν Σου Πνεῦμα, ἵνα φωτίσῃ, ὁδηγήσῃ, καταρτίσῃ, στηρίξῃ, σθενώσῃ καὶ θεμελιώσῃ ἡμᾶς ἐπὶ τὴν ἀσάλευτον πέτραν τῆς Πίστεως, ἐπὶ τὴν πέτραν τῶν Θείων Σου Ἐντολῶν, ἵνα ἀπεκδυσάμενοι τὸν παλαιὸν ἄνθρωπος τῆς ἁμαρτίας, καὶ ἐνδυσάμενοι τὸν νέον κατὰ Χριστόν, σωφρόνως, ὁσίως, δικαίως, εὐσεβῶς καὶ θεαρέστως ζήσωμεν τὸν ὑπόλοιπον χρόνον τῆς ζῶης ἡμῶν, καὶ ἀξιωθῶμεν τῆς Οὐρανίου Βασιλείας, ἧς γένοιτο πάντας ἐπιτυχεῖν διὰ πρεσβειῶν τῆς Παναχράντου Σου Μητρὸς καὶ τῶν Ἁγίων Σου πάντων. Ἀμήν.